ΥΠΟΤΙΤΛΟΣ

Εις κάθε προσκυνητήν ας είναι

υψίστη η ευλογία και πλουσία η χάρις

της Υπεραγίας Θεοτόκου.

Παρακλητικός Κανών

ΚΑΝΩΝ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΤΗΣ
ΠΑΝΑΓΙΑΣ «ΔΑΜΑΣΤΑΣ»

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Εὐλογήσαντος τοὐ Ἱερέως, τὸ Κύριε εἰσάκουσον,
μέθ' ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἑν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου τῇ πανσέπτῳ Εἰκόνι, ἥτις καλεῖται παρὰ πάντων Δαμάστα, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς Κόρη Παντευλόγητε, Παναγία Παρθένε, πλήρου τὰ αἰτήματα τῶν πιστῶς προσιόντων, τῇ ἱερᾷ σου πάντοτε Μονῇ καὶ προσκυνούντων, τὴν θείαν Εἰκόνα σου.

Δόξα, καὶ νῦν. Ὅμοιον.
Τὴν θαυματόβρυτον Εἰκόνα σου Κόρη, ὡς θησαυρὸν πολυτελῆ κεκτημένη, ἡ τῆς Δαμάστας μάνδρα ἐπαγγέλλεται ἥν ἀπαύστως φύλαττε, ἀπὸ πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων, απειλῶν καὶ σκανδάλων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ταῖς ἐν αὐτῇ Μοναζούσαις Πανύμνητε.

Ὁ Ν΄. καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς:«Δίδου ἡμῖν βοήθειαν Κόρη. Γερασίμου».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμεις θαυμάτων ἡ σὴ Εἰκὼν, τῇ σῇ χορηγίᾳ, ἐνεργοῦσα διὰ παντός, παρέχει ἠμῖν Θεογεννῆτορ, ψυχῶν ὁμοῦ καὶ σωμάτων τὴν ἴασιν.

Ἱσχὺν ἡμῖν δίδου κατὰ παθῶν, καὶ κατὰ ποικίλων, Θεοτόκε ἐπιφορῶν, τοῖς πίστει καὶ πόθῷ προσιοῦσι, τῇ ἱερᾷ σου Εἰκόνι ἑκάστοτε.

Δαμάστα ἐκλήθη ἡ σὴ Εἰκών, δαμάζουσα πάθη, Θεοτόκε τὰ χαλεπὰ, καὶ πᾶσι παρέχουσα ὑγείαν, καὶ σωτηρίαν καὶ χάριν καὶ ἕλεος.

Οἱ πόνοις τρυχόμενοι χαλεποῖς, προσέλθετε πίστει, τῆς Δαμάστας ἐν τῇ Μονῇ ἡ γὰρ Θεοτόκος πᾶσι νέμει, ἀπαλλαγὴν τῶν δεινῶν περιστάσεων.

ᾨδὴ γ΄. Οὐρανίοις ἁψῖδος.
'Υδωρ ἄϋλον θεῖον, σῶν οἰκτιρμῶν Ἄχραντε, βλῦσον ὡς θεόβρυτος κρήνη, θείας χρηστότητος, τοῖς καταφεύγουσι, τῇ θαυμαστῇ σου Εἰκόνι, καὶ τὰ σὰ θαυμάσια, ἀνακηρύττουσι.

Ἡ ἁγία Εἰκών σου, ὡς παμφαής ἥλιος, ἐκ τῆς σῆς Μονῆς ἀπαστράπτει ἐν τῇ Φθιώτιδι, ἀκτῖνας χάριτος, καὶ ἀπελαύνει Παρθένε, σκότος τὸ βαθύτατον, πάσης κακώσεως.

Μανναδόχος ὡς στάμνος, ἡ σὴ Εἰκὼν Δέσποινα, μάννα τὸ οὐράνιον νέμει, χαρὰν καὶ ἴασιν, τοῖς ἐν ταῖς θλίψεσιν, ἀλγυνομένοις ἀθλίως ὅθεν χαριστήριον, αἷνόν σοι ἄδομεν.

Ἱσχυρότατον τεῖχος, καὶ ἀρραγές στήριγμα, ἔχει ἡ Μονὴ τῆς Δαμάστας τὴν προστασίαν σου ὅθεν ἑκάστοτε, τῇ σῇ Εἰκόνι προσπίπτει, καὶ κηρύττει Ἄχραντε, τὰ σὰ θαυμάσια.

Διάσωσον Θεογεννῆτορ Δαμάστα ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι πρόσπιπτοντας, καὶ τὴν ἁγἰαν σου κλῆσιν θερμῶς φωνοῦντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνα τὴν σήν, ὡς ἰατρεῖον ἄμισθον, πλουτοῦντες Ἁγνή, θᾶττον ἀπαλλαττόμεθα, πάσης φθορᾶς καὶ θλίψεως, καὶ πταισμάτων τὴν λύσιν λαμβάνομεν, προσπίπτοντες ταύτῃ εὐλαβῶς καὶ σὲ κατὰ χρέος μεγαλόνοντες.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, τοὺς ἐν πίστει καταφεύγοντας, τῇ σεπτῇ Μονῇ σου Ἀειπάρθενε.

Βοηθός ἔσο πάντοτε, οἷα τοῦ Σωτῆρος Μήτηρ φιλάγαθος, τοῖς προστρέχουσι Πανάμωμε, πρὸς τὴν ὀξυτάτην προστασίαν σου.

Ὀδυνώμενον σφόδρα με, ταὶς ἐπιβουλαῖς Ἁγνὴ τοῦ ἀλάστορος, σπεῦσον σῶσον καῖ θεράπευσον, τὴν σὴν ἐκδεχόμενον βοήθειαν.

Ἡλιόμορφε Δέσποινα, τὴν χαριτωθεῖσαν θείαν Εἰκόνα σου, μυροθήκην ἄλλην ἔδειξας, τῆς σῆς πρὸς ἡμᾶς πολλῆς χρηστότητος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, τὰ πυρφόρα βέλη Ἄχραντε, καὶ ἀπήμαντον τὴς τούτου προσβολῆς, τὴν παροῦσαν ποίμνην φύλαττε δεόμεθα.

Ερρει ἐκ τοῦ σοῦ, τῇ Εἰκόνι σου πληρώματος, θεία χάρις Θεοτόκε μυστικῶς, καὶ εὐφραίνει τὰς ψυχὰς ἡμῶν ἑκάστοτε.

Ἱδε συμπαθῶς, τοὺς ἑστῶτας τῇ Εἰκόνι σου, καὶ αἰτοῦντας τὴν θερμήν σου ἀρωγήν, καὶ παράσχου τούτοις Κόρη τὰ αἰτήματα.

Ἄνωθεν Ἁγνή, περισκέπασον τὴν Μάνδραν σου, τὴν ὡς μέγα θησαυρὸν καὶ ἱερόν, κεκτημένην τὴν ὑπέρτιμον Εἰκόνα σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσοῦσι, τὴν θεραπείαν παρέχει, καὶ τοῖς πάσχουσιν ἀνάρρωσιν Κόρη, τῆς θαυμαστῆς σου Εἰκόνος ἡ χάρις διὸ συρρέουσι πλεῖστοι ἑκάστοτε, Δαμάστας τῇ σεπτῇ Μονῇ, ἵνα λάβωσι θᾶττον τὴν ἴασιν.

Κυμάτων, τῶν χαλεπῶν τῶν τοῦ βίου, ἐκλυτρούμεθα προστρέχοντες πίστει, ὡς λιμένα ἀχείμαστον Κόρη, τῇ θαυμαστῇ ἐν Δαμάστα Εἰκόνι σου, καὶ χαριστήριον ὠδήν, οἱ σωζόμενοι πάντες σοι ἅδομεν.

Οἷκος, ὁ ἱερός Θεοτόκε ,ἐν ὧ εὕρηται ἡ θεία Εἰκών σου, ὥσπερ λειμὼν νοητός κατευφραίνει, τῇ προϊούσῃ ἐκ ταύτης χρηστότητι, τὰς διανοίας τῶν πιστῶν, πανταχοῦ κηρυττόντων τὴν χάριν σου.

Ρημάτων, ἱκετηρίων συνθήκας, ἐκ ψυχῶν τῶν κατωδύνων προσδέχου, τῶν προσιόντων τῇ θείᾳ Μονῇ σου, καὶ προσκυνούντων πιστῶς τὴν Εἰκόνα σου, καὶ πάντων πλήρου τὰς φωνάς, ὡς οἰκτίρμων Παρθένε Παντάνασσα.

Διάσωσον Θεογεννῆτορ Δαμάστα ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι πρόσπιπτοντας, καὶ τὴν ἁγἰαν σου κλῆσιν θερμῶς φωνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου...

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.

Ἐκ Δαμασκοῦ ὤσπερ δῶρον πολύτιμον, ἡ σὴ Εἰκὼν ἡμῖν πάλαι ἐλήλυθε, καὶ πάσης χαρᾶς ὤφθη πρόξενος, τοῖς ἐν Φθιώτιδι ταύτης ἡ ἔλευσις διὸ σε Παρθένε δοξάζομεν.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῇ γενεᾷ καὶ γενεᾷ.
Στίχ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν...
Εὐαγγέλιον κατά Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγἐνετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ, τὸν ἀσπασμον τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γὰρ ὠς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελελημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ Σωτῆρί μου ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γᾶρ ἀπὸ τοῦ νῦν, μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν. Ταῖς τῆς Παναχράντου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὄλην ἀποθέμενοι...
Στίχ.: Ἐλέησον με ὁ Θεός...

Μέγα καταφύγιον, πάσῇ τῇ Φθίᾳ ἐδείχθη, καὶ πηγὴ ἀκένωτος, τῆς σῆς ἀγαθότητος Παντευλόγητε, ἡ σεπτὴ Δέσποινα, καὶ θεία Εἰκών σου διὰ τοῦτο μετὰ πίστεως, πάντες προστρέχομεν, τῇ Μονῇ Δαμάστας ἑκάστοτε, καὶ ἐξ αὐτῆς λαμβάνομεν, τὰ τῆς σῆς εὐνοίας δωρήματα, καὶ πανευχαρίστως, κηρύττομεν τὴν χάριν σου Ἁγνή, καὶ τὰ πολλά σου θαυμάσια, δι' ὧν σώζεις ἅπαντας.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ ἁγία σου ὄψις, ὁρωμένη Παρθένε ἐν τῇ Εἰκόνι σου, χαρᾶς καὶ εὑφροσύνης, πληροῖ τὰς διανοίας, ἡμῶν Δέσποινα πάντοτε ὅτι τοὺς οἰκτιρμούς, τοὺς πρός ἡμᾶς ἐκφαίνει.

Γεγηθότες ἐνθέως, ἀπὸ πάσης συρρέουσι τῆς Φθιώτιδος, Μονῇ σου τῇ ἁγίᾳ, οἱ εὐσεβεῖς Παρθένε, καὶ τῷ σῷ Ἐκτυπώματι, προσπίπτοντες εὐλαβῶς, καρποῦνται πᾶσαν χάριν.

Ἐκ παντοίων κινδύνων, καὶ πικρῶν νοσημάτων καὶ πάσης θλίψεως, ἀτρώτους διατήρει, καὶ αβλαβεῖς Παρθένε, τοὺς πρὸς σὲ ἀτενίζοντας, καὶ ἐκ χειρῶν σου σεπτῶν βοήθειαν ζητοῦντας.

Ρώμην δίδου Παρθένε, τοῦ πατεῖν πάντα δόλον τοῦ πολεμήτορος, τοῖς πόθῳ προσιοῦσι, τῇ θείᾳ σου Εἰκόνι, καὶ θερμῶς ἀνακράζουσι χαῖρε Δαμάστας φρουρός, καὶ πάσης Φθίας δόξα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀποσοβοῦσα, τὰς τοῦ Βελίαρ ἐφόδους, ἀπαράτρωτον τῆς τούτου ἐπηρείας φύλαττε Παρθένε, τὴν ἰεράν σου ποίμνην.

Σκέπασον Κόρη, τῇ κραταιᾷ σου δυνάμει, τοὺς προστρέχοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ὑπερυψοῦντας, τὸν ἅφραστον σου τόκον.

Ἱλύος ρῦσαι, τῶν ἐμπαθῶν νοημάτων, τὴν καρδίαν μου ὑμνοῦντος Θεοτόκε, τῆς ἐν τῇ Δαμάστᾳ, Εἰκόνος σου τὴν χάριν.

Μετ' εὐλαβείας, πιστοί Φθιῶται Παρθένε, καταφεύγουσι τῇ θείᾳ σου Εἰκόνι, ὧν τὰς παρακλήσεις, μετ' εὐμενείας δέχου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀλόφωτον λυχνίαν, ἔδειξας Παρθένε, τὴν ἐν Δαμάστᾳ ἁγίαν Εἰκόνα σου, μαρμαρυγάς ἰαμάτων πᾶσιν ἐκλάμπουσαν.

'Υψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἀπὸ παθῶν με κοπρίας ἀνυψωσον, τὸν άνυμνοῦντα Εἰκόνος σου τὰ θαυμάσια.

'Υμνεῖ ἀδιαλείπτως, ἡ Μονὴ Δαμάστας, τὰ τῆς Εἰκόνος σου Δέσποινα θαύματα, ἐκδεχομένη ἀπαύστως τὴν προστασίαν σου.

'Υδάτων ἀπωλείας, ρῦσαί με Παρθένε, τὸν εὐλαβῶς προσιόντα ἐκάστοτε, τῇ ἱερᾷ σου Εἰκὀνι καὶ σὲ δοξάζοντα.

Τὸ Ἄξιον ἐστι καὶ τὰ μεγαλυνάρια.

Χαίρει τῆς Δαμάστας θεία Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, θαύματα τελοῦσαν, καὶ βρύουσαν ἰάσεις, Παρθένε Θεοτόκε, ψυχής και σώματος.

Ηκε παραδόξως πάλαι ἡμῖν, ἡ σεπτή Εἰκών σου, ἐπινεύσει σου θαυμαστῇ, καὶ παρέχει πᾶσι, τῆς σῆς κηδεμονίας, τὰς θείας χορηγίας, Παρθένε Ἄχραντε.

Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ σκανδάλων Κόρη, τὴν σεπτήν σου ταύτην Μονήν, την ἀνακειμένην, τῇ σῇ ἐπιστασίᾳ, καὶ πίστει καυχωμένην, ἐν τῇ Εἰκόνι σου.

Ἱδε τοὺς προστρέχοντας εὐλαβῶς, ταύτῃ τῇ Μονῇ σου, καὶ ἑστῶτας πίστει θερμῇ, τῇ χαριτοβρύτῳ, Εἰκόνι σου Παρθένε, καὶ πλήρου τὰς αἰτήσεις, πάντων δεόμεθα.

Πᾶσα ἡ Φθιῶτις μετὰ σπουδῆς, σπεύδει Θεομῆτορ, τῆς Δαμάστας ἐν τῇ Μονῇ, καὶ τὴν σὴν Εἰκόνα, πιστῶς ἀσπαζομένη, πληροῦται οὐρανίου, ἀγαλλιάσεως.

Ρύου νοσημάτων παντοδαπῶν, καὶ ποικίλων Κόρη, συμπτωμάτων ὀδυνηρῶν, τοὺς πιστῶς τιμῶντας, τὴν θείαν σου Εἰκόνα, πταισμάτων αἰτουμένη, ἡμῖν συγχώρησιν.

Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενής
καὶ ἀπόλυσις μέθ' ἥν ψάλλομεν τὸ ἑξῆς:

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῇ σῇ Πανύμνητε, ἤν ὡς μέγα καύχημα, καὶ θεῖον στήριγμα, θησαυρίζει καὶ γάνυται ἡ Μονή Δαμάστας, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, πόνων ρυομένη παντοίων, καὶ πταισμάτων λύσιν αἰτοῦσα, τοῖς εἰλικρινῶς σε μεγαλύνουσι.

Δίστιχον.
Παρθένε Πανάμωμε ἡ τῆς Δαμάστας
|Γερασίμου πρόσδεξαι τὴν ἱκεσίαν.